Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.120 Joseph. AJ 15.125 (English) >>Joseph. AJ 15.130

15.123ταῦτα πυνθανομένοις τοῖς Ἄραψιν καὶ μᾶλλον κατʼ ἀλήθειαν ἐξαγγελλόντων αὐτοῖς ὅσοι τοὺς ὑπὲρ τῶν γεγονότων λόγους τῷ μίσει τῶν ἀκουσομένων ἐχαρίζοντο μεῖζον ἐπῄει φρονεῖν, ὡς τῆς τε χώρας ἀνατετραμμένης τοῖς πολεμίοις καὶ διεφθορότων τῶν ἀνθρώπων μηδὲν ἔτι μηδʼ εἰς αὐτοὺς ἀντίπαλον καταλελεῖφθαι δοκεῖν. 15.124καὶ τῶν τε Ἰουδαίων τοὺς πρέσβεις, ἧκον γὰρ ἐπὶ τοῖς γεγενημένοις, συλλαβόντες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν. 15.125οἱ δʼ οὔτε τὴν ἔφοδον ἐξεδέξαντο καὶ πρὸς τὰς συμφορὰς ἀθύμως διακείμενοι προΐεντο τὰ πράγματα, πλεῖστον ἀπογνώσεως ἐπʼ αὐτοῖς πεπονθότες· οὐ γὰρ ἦν οὔτε ἰσοτιμίας ἐλπὶς προηττημένοις ἐν ταῖς μάχαις οὔτε βοηθείας κεκακωμένων αὐτοῖς τῶν οἴκοι πραγμάτων. 15.126οὕτως οὖν ἐχόντων ἐπῆγεν βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους· 15.127

Οὐκ ἀγνοῶ μὲν, ἄνδρες, ὅτι πολλὰ παρὰ τόνδε τὸν καιρὸν γεγένηται πρὸς τὰς πράξεις ἡμῖν ἐναντιώματα, καὶ θαρρεῖν εἰκὸς ἐν τοῖς τοιούτοις οὐδὲ τοὺς πλεῖστον ἀνδραγαθίᾳ διενηνοχότας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.120 Joseph. AJ 15.125 (English) >>Joseph. AJ 15.130

Powered by PhiloLogic